Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.251 Joseph. AJ 15.255 (English) >>Joseph. AJ 15.260

15.253

Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρʼ αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι· θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν. 15.254Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν. 15.255Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθʼ αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπʼ ἐκείνοις εἶναι. 15.256καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην. 15.257ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατʼ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν· ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.251 Joseph. AJ 15.255 (English) >>Joseph. AJ 15.260

Powered by PhiloLogic